Ancient Greek
Ἀπομνημονευμάτων Γ, Chapter 14
Xenophon, Ἀπομνημονεύματα 14.2
Not analysed yet
καταμαθὼν δέ ποτε τῶν συνδειπνούντων τινὰ τοῦ μὲν σίτου πεπαυμένον, τὸ δὲ ὄψον αὐτὸ καθʼ αὑτὸ ἐσθίοντα, λόγου ὄντος περὶ ὀνομάτων, ἐφʼ οἵῳ ἔργῳ ἕκαστον εἴη, ἔχοιμεν ἄν, ἔφη, ὦ ἄνδρες, εἰπεῖν, ἐπὶ ποίῳ ποτὲ ἔργῳ ἄνθρωπος ὀψοφάγος καλεῖται; ἐσθίουσι μὲν γὰρ δὴ πάντες ἐπὶ τῷ σίτῳ ὄψον, ὅταν παρῇ· ἀλλʼ οὐκ οἶμαί πω ἐπὶ τούτῳ γε ὀψοφάγοι καλοῦνται. οὐ γὰρ οὖν, ἔφη τις τῶν παρόντων.