# Ἀπομνημονεύματα 2.13-2-14

Xenophon, Ἀπομνημονεύματα, 2.13 to 2.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophon/text-11/2.13-2

βούλει οὖν, ἔφη ὁ Σωκράτης, γράψωμεν ἐνταυθοῖ μὲν δέλτα, ἐνταυθοῖ δὲ ἄλφα, εἶτα ὅ τι μὲν ἂν δοκῇ ἡμῖν τῆς δικαιοσύνης ἔργον εἶναι, πρὸς τὸ δέλτα τιθῶμεν, ὅ τι δʼ ἂν τῆς ἀδικίας, πρὸς τὸ ἄλφα; εἴ τί σοι δοκεῖ, ἔφη, προσδεῖν τούτων, ποίει ταῦτα. καὶ ὁ Σωκράτης γράψας ὥσπερ εἶπεν, οὐκοῦν, ἔφη, ἔστιν ἐν ἀνθρώποις ψεύδεσθαι; ἔστι μέντοι, ἔφη. ποτέρωσε οὖν, ἔφη, θῶμεν τοῦτο; δῆλον, ἔφη, ὅτι πρὸς τὴν ἀδικίαν. οὐκοῦν, ἔφη, καὶ ἐξαπατᾶν ἔστι; καὶ μάλα, ἔφη. τοῦτο οὖν ποτέρωσε θῶμεν; καὶ τοῦτο δῆλον ὅτι, ἔφη, πρὸς τὴν ἀδικίαν. τί δὲ τὸ κακουργεῖν; καὶ τοῦτο, ἔφη. τὸ δὲ ἀνδραποδίζεσθαι; καὶ τοῦτο. πρὸς δὲ τῇ δικαιοσύνῃ οὐδὲν ἡμῖν τούτων κείσεται, ὦ Εὐθύδημε;

---

Xenophon, Ἀπομνημονεύματα, ed. Edgar Carew Marchant. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0032.tlg002.local001/.
