Ancient Greek
Ἀπομνημονευμάτων Δ, Chapter 2
Xenophon, Ἀπομνημονεύματα 2.15
Not analysed yet
δεινὸν γὰρ ἂν εἴη, ἔφη. τί δʼ; ἐάν τις στρατηγὸς αἱρεθεὶς ἄδικόν τε καὶ ἐχθρὰν πόλιν ἐξανδραποδίσηται, φήσομεν τοῦτον ἀδικεῖν; οὐ δῆτα, ἔφη. δίκαια δὲ ποιεῖν οὐ φήσομεν; καὶ μάλα. τί δʼ; ἐὰν ἐξαπατᾷ πολεμῶν αὐτοῖς; δίκαιον, ἔφη, καὶ τοῦτο. ἐὰν δὲ κλέπτῃ τε καὶ ἁρπάζῃ τὰ τούτων, οὐ δίκαια ποιήσει; καὶ μάλα, ἔφη· ἀλλʼ ἐγώ σε τὸ πρῶτον ὑπελάμβανον πρὸς τοὺς φίλους μόνον ταῦτα ἐρωτᾶν. οὐκοῦν, ἔφη, ὅσα πρὸς τῇ ἀδικίᾳ ἐθήκαμεν, ταῦτα καὶ πρὸς τῇ δικαιοσύνῃ θετέον ἂν εἴη;