Ancient Greek
Ἀπομνημονευμάτων Γ, Chapter 2
Xenophon, Ἀπομνημονεύματα 2.2
Not analysed yet
ἢ τί δήποτε οὕτως ἐπῄνεσε τὸν Ἀγαμέμνονα εἰπών· ἀμφότερον, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής; Hom. Il. 3. 179ἆρά γε ὅτι αἰχμητής τε κρατερὸς ἂν εἴη, οὐκ εἰ μόνος αὐτὸς εὖ ἀγωνίζοιτο πρὸς τοὺς πολεμίους, ἀλλʼ εἰ καὶ παντὶ τῷ στρατοπέδῳ τούτου αἴτιος εἴη, καὶ βασιλεὺς ἀγαθός, οὐκ εἰ μόνον τοῦ ἑαυτοῦ βίου καλῶς προεστήκοι, ἀλλʼ εἰ καί, ὧν βασιλεύοι, τούτοις εὐδαιμονίας αἴτιος εἴη;