Ancient Greek
Ἀπομνημονευμάτων Α, Chapter 2
Xenophon, Ἀπομνημονεύματα 2.35
Not analysed yet
καὶ ὁ Χαρικλῆς ὀργισθεὶς αὐτῷ, ἐπειδή, ἔφη, ὦ Σώκρατες, ἀγνοεῖς, τάδε σοι εὐμαθέστερα ὄντα προαγορεύομεν, τοῖς νέοις ὅλως μὴ διαλέγεσθαι. καὶ ὁ Σωκράτης, ἵνα τοίνυν, ἔφη, μὴ ἀμφίβολον ᾖ ,ὁρίσατέ μοι μέχρι πόσων ἐτῶν δεῖ νομίζειν νέους εἶναι τοὺς ἀνθρώπους. καὶ ὁ Χαρικλῆς, ὅσουπερ, εἶπε, χρόνου βουλεύειν οὐκ ἔξεστιν, ὡς οὔπω φρονίμοις οὖσι· μηδὲ σὺ διαλέγου νεωτέροις τριάκοντα ἐτῶν.