Ancient Greek
Ἀπομνημονευμάτων Δ, Chapter 2
Xenophon, Ἀπομνημονεύματα 2.38-2
Not analysed yet
καταμεμάθηκας οὖν ὅτι ἐνίοις μὲν πάνυ ὀλίγα ἔχουσιν οὐ μόνον ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ περιποιοῦνται ἀπʼ αὐτῶν, ἐνίοις δὲ πάνυ πολλὰ οὐχ ἱκανά ἐστι; καὶ νὴ Δίʼ, ἔφη ὁ Εὐθύδημος, ὀρθῶς γάρ με ἀναμιμνῄσκεις, οἶδα καὶ τυράννους τινάς, οἳ διʼ ἔνδειαν ὥσπερ οἱ ἀπορώτατοι ἀναγκάζονται ἀδικεῖν.