Ancient Greek
Ἀπομνημονευμάτων Α, Chapter 2
Xenophon, Ἀπομνημονεύματα 2.58
Not analysed yet
τὸ δὲ Ὀμήρου ἔφη ὁ κατήγορος πολλάκις αὐτὸν λέγειν, ὅτι Ὀδυσσεὺς ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη, τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· δαιμόνιʼ, οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς. ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ· δαιμόνιʼ, ἀτρέμας ἧσο, καὶ ἄλλων μῦθον ἄκουε, οἳ σέο φέρτεροί εἰσι· σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις, οὔτε ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ. Hom. Il. 2. 188ταῦτα δὴ αὐτὸν ἐξηγεῖσθαι, ὡς ὁ ποιητὴς ἐπαινοίη παίεσθαι τοὺς δημότας καὶ πένητας.