Ancient Greek
Ἀπομνημονευμάτων Β, Chapter 2
Xenophon, Ἀπομνημονεύματα 2.8-2
Not analysed yet
ἀλλὰ νὴ Δία, ἔφη, λέγει ἃ οὐκ ἄν τις ἐπὶ τῷ βίῳ παντὶ βούλοιτο ἀκοῦσαι. σὺ δὲ πόσα, ἔφη ὁ Σωκράτης, οἴει ταύτῃ καὶ τῇ φωνῇ καὶ τοῖς ἔργοις ἐκ παιδίου δυσκολαίνων καὶ ἡμέρας καὶ νυκτὸς πράγματα παρασχεῖν, πόσα δὲ λυπῆσαι κάμνων; ἀλλʼ οὐδεπώποτε αὐτήν, ἔφη, οὔτʼ εἶπα οὔτʼ ἐποίησα οὐδὲν ἐφʼ ᾧ ᾐσχύνθη.