Ancient Greek
Ἀπομνημονευμάτων Δ, Chapter 4
Xenophon, Ἀπομνημονεύματα 4.18-2
Not analysed yet
ἐγὼ μὲν οὖν, ὦ Ἱππία, τὸ αὐτὸ ἀποδείκνυμαι νόμιμόν τε καὶ δίκαιον εἶναι· σὺ δʼ εἰ τἀναντία γιγνώσκεις, δίδασκε. καὶ ὁ Ἱππίας, ἀλλὰ μὰ τὸν Δίʼ, ἔφη, ὦ Σώκρατες, οὔ μοι δοκῶ τἀναντία γιγνώσκειν οἷς εἴρηκας περὶ τοῦ δικαίου.