Ancient Greek
4.9 to 4.10
Xenophon, Ἀπομνημονεύματα 4.9-2-10
Not analysed yet
πάνυ μὲν οὖν, ἔφη. τὸ δὲ τοὺς ὑπηκόους εὐμενεῖς ποιεῖσθαι πῶς οὐ καλὸν ἀμφοτέροις; καὶ τοῦτʼ, ἔφη. συμμάχους δὲ καὶ βοηθοὺς προσάγεσθαι δοκεῖ σοι συμφέρειν ἀμφοτέροις ἢ οὔ; πάνυ μὲν οὖν, ἔφη. ἀλλὰ φυλακτικοὺς τῶν ὄντων οὐκ ἀμφοτέρους εἶναι προσήκει; σφόδρα γʼ, ἔφη. οὐκοῦν καὶ ἐπιμελεῖς καὶ φιλοπόνους ἀμφοτέρους εἶναι προσήκει περὶ τὰ αὑτῶν ἔργα; ταῦτα μέν, ἔφη, πάντα ὁμοίως ἀμφοτέρων ἐστίν· ἀλλὰ τὸ μάχεσθαι οὐκέτι ἀμφοτέρων. ἀλλʼ ἐχθροί γέ τοι ἀμφοτέροις γίγνονται; καὶ μάλα, ἔφη, τοῦτό γε. οὐκοῦν τὸ περιγενέσθαι τούτων ἀμφοτέροις συμφέρει;