Ancient Greek
Ἀπομνημονευμάτων Γ, Chapter 6
Xenophon, Ἀπομνημονεύματα 6.12-3
Not analysed yet
ἴσως, ἔφη ὁ Γλαύκων, βέλτιον. εἴς γε μήν, ἔφη, τἀργύρεια οἶδʼ ὅτι οὐκ ἀφῖξαι, ὥστʼ ἔχειν εἰπεῖν διʼ ὅ τι νῦν ἐλάττω ἢ πρόσθεν προσέρχεται αὐτόθεν. οὐ γὰρ οὖν ἐλήλυθα, ἔφη. καὶ γὰρ νὴ Δίʼ, ἔφη ὁ Σωκράτης, λέγεται βαρὺ τὸ χωρίον εἶναι, ὥστε, ὅταν περὶ τούτου δέῃ συμβουλεύειν, αὕτη σοι ἡ πρόφασις ἀρκέσει. σκώπτομαι, ἔφη ὁ Γλαύκων.