# Ἀπομνημονεύματα 6.2-3-3

Xenophon, Ἀπομνημονεύματα, 6.2 to 6.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophon/text-11/6.2-3

πρῶτον δὲ περὶ εὐσεβείας ὧδέ πως ἐσκόπει· εἰπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ποῖόν τι νομίζεις εὐσέβειαν εἶναι; καὶ ὅς, κάλλιστον νὴ Δίʼ, ἔφη. ἔχεις οὖν εἰπεῖν ὁποῖός τις ὁ εὐσεβής ἐστιν; ἐμοὶ μὲν δοκεῖ, ἔφη, ὁ τοὺς θεοὺς τιμῶν. ἔξεστι δὲ ὃν ἄν τις βούληται τρόπον τοὺς θεοὺς τιμᾶν; οὐκ ἀλλὰ νόμοι εἰσὶ καθʼ οὓς δεῖ τοὺς θεοὺς τιμᾶν. οὐκοῦν ὁ τοὺς νόμους τούτους εἰδὼς εἰδείη ἂν ὡς δεῖ τοὺς θεοὺς τιμᾶν; οἶμαι ἔγωγʼ, ἔφη. ἆρʼ οὖν ὁ εἰδὼς ὡς δεῖ τοὺς θεοὺς τιμᾶν οὐκ ἄλλως οἴεται δεῖν τοῦτο ποιεῖν ἢ ὡς οἶδεν; οὐ γὰρ οὖν, ἔφη. ἄλλως δέ τις θεοὺς τιμᾷ ἢ ὡς οἴεται δεῖν;

---

Xenophon, Ἀπομνημονεύματα, ed. Edgar Carew Marchant. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0032.tlg002.local001/.
