Ancient Greek
6.3 to 6.8
Xenophon, Ἀπομνημονεύματα 6.3-8
Not analysed yet
ὅπου δʼ ἂν ᾖς, πανταχοῦ περίβλεπτος ἔσει. ταῦτʼ οὖν ἀκούων ὁ Γλαύκων ἐμεγαλύνετο καὶ ἡδέως παρέμενε. μετὰ δὲ ταῦτα ὁ Σωκράτης, οὐκοῦν, ἔφη, τοῦτο μέν, ὦ Γλαύκων, δῆλον, ὅτι, εἴπερ τιμᾶσθαι βούλει, ὠφελητέα σοι ἡ πόλις ἐστί; πάνυ μὲν οὖν, ἔφη. πρὸς θεῶν, ἔφη, μὴ τοίνυν ἀποκρύψῃ, ἀλλʼ εἶπον ἡμῖν ἐκ τίνος ἄρξῃ τὴν πόλιν εὐεργετεῖν. ἐπεὶ δὲ ὁ Γλαύκων διεσιώπησεν, ὡς ἂν τότε σκοπῶν ὁπόθεν ἄρχοιτο, ἆρʼ, ἔφη ὁ Σωκράτης, ὥσπερ φίλου οἶκον εἰ αὐξῆσαι βούλοιο, πλουσιώτερον αὐτὸν ἐπιχειροίης ἂν ποιεῖν, οὕτω καὶ τὴν πόλιν πειράσῃ πλουσιωτέραν ποιῆσαι; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν πλουσιωτέρα γʼ ἂν εἴη προσόδων αὐτῇ πλειόνων γενομένων; εἰκὸς γοῦν, ἔφη. λέξον δή, ἔφη, ἐκ τίνων νῦν αἱ πρόσοδοι τῇ πόλει καὶ πόσαι τινές εἰσι; δῆλον γὰρ ὅτι ἔσκεψαι, ἵνα, εἰ μέν τινες αὐτῶν ἐνδεῶς ἔχουσιν, ἐκπληρώσῃς, εἰ δὲ παραλείπονται, προσπορίσῃς. ἀλλὰ μὰ Δίʼ, ἔφη ὁ Γλαύκων, ταῦτά γε οὐκ ἐπέσκεμμαι. ἀλλʼ εἰ τοῦτο, ἔφη, παρέλιπες, τάς γε δαπάνας τῆς πόλεως ἡμῖν εἰπέ· δῆλον γὰρ ὅτι καὶ τούτων τὰς περιττὰς ἀφαιρεῖν διανοῇ. ἀλλὰ μὰ τὸν Δίʼ, ἔφη, οὐδὲ πρὸς ταῦτά πω ἐσχόλασα. οὐκοῦν, ἔφη, τὸ μὲν πλουσιωτέραν τὴν πόλιν ποιεῖν ἀναβαλούμεθα· πῶς γὰρ οἷόν τε μὴ εἰδότα γε τὰ ἀναλώματα καὶ τὰς προσόδους ἐπιμεληθῆναι τούτων; ἀλλʼ, ὦ Σώκρατες, ἔφη ὁ Γλαύκων, δυνατόν ἐστι καὶ ἀπὸ πολεμίων τὴν πόλιν πλουτίζειν. νὴ Δία σφόδρα γʼ, ἔφη ὁ Σωκράτης, ἐάν τις αὐτῶν κρείττων ᾖ· ἥττων δὲ ὢν καὶ τὰ ὄντα προσαποβάλοι ἄν. ἀληθῆ λέγεις, ἔφη. οὐκοῦν, ἔφη, τόν γε βουλευσόμενον, πρὸς οὕστινας δεῖ πολεμεῖν, τήν τε τῆς πόλεως δύναμιν καὶ τὴν τῶν ἐναντίων εἰδέναι δεῖ, ἵνα, ἐὰν μὲν ἡ τῆς πόλεως κρείττων ᾖ, συμβουλεύῃ ἐπιχειρεῖν τῷ πολέμῳ, ἐὰν δὲ ἥττων τῶν ἐναντίων, εὐλαβεῖσθαι πείθῃ.