Ancient Greek
Ἀπομνημονευμάτων Δ, Chapter 6
Xenophon, Ἀπομνημονεύματα 6.5-3
Not analysed yet
ἀνθρώποις δὲ ἆρα ἔξεστιν ὃν ἄν τις τρόπον βούληται χρῆσθαι; οὐκ ἀλλὰ καὶ περὶ τούτους ἐστι νόμιμα καθʼ ἃ δεῖ ἀλλήλοις χρῆσθαι. οὐκοῦν οἱ κατὰ ταῦτα χρώμενοι ἀλλήλοις ὡς δεῖ χρῶνται; πῶς γὰρ οὔ; οὐκοῦν οἵ γε ὡς δεῖ χρώμενοι καλῶς χρῶνται; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν οἵ γε τοῖς ἀνθρώποις καλῶς χρώμενοι καλῶς πράττουσι τὰ ἀνθρώπεια πράγματα; εἰκός γʼ, ἔφη. οὐκοῦν οἱ τοῖς νόμοις πειθόμενοι δίκαια οὗτοι ποιοῦσι;