Ancient Greek
Ἀπομνημονευμάτων Α, Chapter 7
Xenophon, Ἀπομνημονεύματα 7.1
Not analysed yet
ἐπισκεψώμεθα δὲ εἰ καὶ ἀλαζονείας ἀποτρέπων τοὺς συνόντας ἀρετῆς ἐπιμελεῖσθαι προέτρεπεν· ἀεὶ γὰρ ἔλεγεν ὡς οὐκ εἴη καλλίων ὁδὸς ἐπʼ εὐδοξίαν ἢ διʼ ἧς ἄν τις ἀγαθὸς τοῦτο γένοιτο, ὃ καὶ δοκεῖν βούλοιτο. ὅτι δʼ ἀληθῆ ἔλεγεν, ὧδʼ ἐδίδασκεν·