Ancient Greek
15.9 to 15.13
Xenophon, Οἰκονομικός 15.9-13
Not analysed yet
ἀλλʼ εἴ μοι αὐτίκα μάλα δόξειε γεωργεῖν, ὅμοιος ἄν μοι δοκῶ εἶναι τῷ περιιόντι ἰατρῷ καὶ ἐπισκοποῦντι τοὺς κάμνοντας, εἰδότι δὲ οὐδὲν ὅ τι συμφέρει τοῖς κάμνουσιν. ἵνʼ οὖν μὴ τοιοῦτος ὦ, ἔφην ἐγώ, δίδασκέ με αὐτὰ τὰ ἔργα τῆς γεωργίας. ἀλλὰ μήν, ἔφη, ὦ Σώκρατες, οὐχ ὥσπερ γε τὰς ἄλλας τέχνας κατατριβῆναι δεῖ μανθάνοντας πρὶν ἄξια τῆς τροφῆς ἐργάζεσθαι τὸν διδασκόμενον, οὐχ οὕτω καὶ ἡ γεωργία δύσκολός ἐστι μαθεῖν, ἀλλὰ τὰ μὲν ἰδὼν ἂν ἐργαζομένους, τὰ δὲ ἀκούσας εὐθὺς ἂν ἐπίσταιο, ὥστε καὶ ἄλλον, εἰ βούλοιο, διδάσκειν. οἴομαι δʼ, ἔφη, πάνυ καὶ λεληθέναι πολλά σε αὐτὸν ἐπιστάμενον αὐτῆς. καὶ γὰρ δὴ οἱ μὲν ἄλλοι τεχνῖται ἀποκρύπτονταί πως τὰ ἐπικαιριώτατα ἧς ἕκαστος ἔχει τέχνης, τῶν δὲ γεωργῶν ὁ κάλλιστα μὲν φυτεύων μάλιστʼ ἂν ἥδοιτο, εἴ τις αὐτὸν θεῷτο, ὁ κάλλιστα δὲ σπείρων ὡσαύτως· ὅ τι δὲ ἔροιο τῶν καλῶς πεποιημένων, οὐδὲν ὅ τι ἄν σε ἀποκρύψαιτο ὅπως ἐποίησεν. οὕτω καὶ τὰ ἤθη, ὦ Σώκρατες, ἔφη, γενναιοτάτους τοὺς αὐτῇ συνόντας ἡ γεωργία ἔοικε παρέχεσθαι. ἀλλὰ τὸ μὲν προοίμιον, ἔφην ἐγώ, καλὸν καὶ οὐχ οἷον ἀκούσαντα ἀποτρέπεσθαι τοῦ ἐρωτήματος· σὺ δέ, ὅτι εὐπετές ἐστι μαθεῖν, διὰ τοῦτο πολύ μοι μᾶλλον διέξιθι αὐτήν. οὐ γὰρ σοὶ αἰσχρὸν τὰ ῥᾴδια διδάσκειν ἐστίν, ἀλλʼ ἐμοὶ πολὺ αἴσχιον μὴ ἐπίστασθαι ἄλλως τε καὶ εἰ χρήσιμα ὄντα τυγχάνει.