Ancient Greek
17.8 to 17.9
Xenophon, Οἰκονομικός 17.8-9
Not analysed yet
πάνυ μὲν οὖν, ἔφη· ἂν δέ γε ᾖ, ἔφη, ἡ γῆ ἡ μὲν λεπτοτέρα, ἡ δὲ παχυτέρα; τί τοῦτο, ἐγὼ ἔφην, λέγεις; ἆρά γε τὴν μὲν λεπτοτέραν ὅπερ ἀσθενεστέραν, τὴν δὲ παχυτέραν ὅπερ ἰσχυροτέραν; τοῦτʼ, ἔφη, λέγω, καὶ ἐρωτῶ γέ σε πότερον ἴσον ἂν ἑκατέρᾳ τῇ γῇ σπέρμα διδοίης ἢ ποτέρᾳ ἂν πλέον. τῷ μὲν οἴνῳ, ἔφην, ἔγωγε νομίζω τῷ ἰσχυροτέρῳ πλέον ἐπιχεῖν ὕδωρ, καὶ ἀνθρώπῳ τῷ ἰσχυροτέρῳ πλέον βάρος, ἐὰν δέῃ τι φέρειν, ἐπιτιθέναι, κἂν δέῃ τρέφεσθαί τινας, τοῖς δυνατωτέροις τρέφειν ἂν τοὺς πλείους προστάξαιμι. εἰ δὲ ἡ ἀσθενὴς γῆ ἰσχυροτέρα, ἔφην ἐγώ, γίγνεται, ἄν τις πλείονα καρπὸν αὐτῇ ἐμβάλῃ, ὥσπερ τὰ ὑποζύγια, τοῦτο σύ με δίδασκε.