Ancient Greek
Chapter 20
Xenophon, Οἰκονομικός 20.29
Not analysed yet
πρὸς ταῦτα δὲ εἶπεν ὁ Ἰσχόμαχος· σὺ μὲν παίζεις, ἔφη, ὦ Σώκρατες· ἐγὼ δὲ καὶ φιλοικοδόμους νομίζω οὐδὲν ἧττον οἵτινες ἂν ἀποδιδῶνται ἐξοικοδομοῦντες τὰς οἰκίας, εἶτʼ ἄλλας οἰκοδομῶσι. νὴ Δία, ἐγὼ δέ γέ σοι, ἔφην, ὦ Ἰσχόμαχε, ἐπομόσας λέγω ἦ μὴν πιστεύειν σοι φύσει [; νομίζειν]; φιλεῖν ταῦτα πάντας ἀφʼ ὧν ἂν ὠφελεῖσθαι νομίζωσιν.