Ancient Greek · ~3 min
Chapter 2
Xenophon, Συμπόσιον 2.4
Not analysed yet
αὐταὶ γὰρ τούτου ὄζουσιν· ἐλαίου δὲ τοῦ ἐν γυμνασίοις ὀσμὴ καὶ παροῦσα ἡδίων ἢ μύρου γυναιξὶ καὶ ἀποῦσα ποθεινοτέρα. καὶ γὰρ δὴ μύρῳ μὲν ὁ ἀλειψάμενος καὶ δοῦλος καὶ ἐλεύθερος εὐθὺς ἅπας ὅμοιον ὄζει· αἱ δʼ ἀπὸ τῶν ἐλευθερίων μόχθων ὀσμαὶ ἐπιτηδευμάτων τε πρῶτον χρηστῶν καὶ χρόνου πολλοῦ δέονται, εἰ μέλλουσιν ἡδεῖαί τε καὶ ἐλευθέριοι ἔσεσθαι. καὶ ὁ Λύκων εἶπεν· οὐκοῦν νέοις μὲν ἂν εἴη ταῦτα· ἡμᾶς δὲ τοὺς μηκέτι γυμναζομένους τίνος ὄζειν δεήσει; καλοκἀγαθίας νὴ Δίʼ, ἔφη ὁ Σωκράτης. καὶ πόθεν ἄν τις τοῦτο τὸ χρῖμα λάβοι; οὐ μὰ Δίʼ, ἔφη, οὐ παρὰ τῶν μυροπωλῶν. ἀλλὰ πόθεν δή; ὁ μὲν Θέογνις ἔφη· Ἐσθλῶν μὲν γὰρ ἀπʼ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσι συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον. τηεογνις 35