Ancient Greek · ~2 min
Chapter 4
Xenophon, Συμπόσιον 4.3
Not analysed yet
ἦ καί σοι, ἔφη, ἀποδιδόασιν ὅ τι ἂν λάβωσι; μὰ τὸν Δίʼ, ἔφη, οὐ μὲν δή. τί δέ, ἀντὶ τοῦ ἀργυρίου χάριτας; οὐ μὰ τὸν Δίʼ, ἔφη, οὐδὲ τοῦτο, ἀλλʼ ἔνιοι καὶ ἐχθιόνως ἔχουσιν ἢ πρὶν λαβεῖν. θαυμαστά γʼ, ἔφη ὁ Ἀντισθένης ἅμα εἰσβλέπων ὡς ἐλέγχων αὐτόν, εἰ πρὸς μὲν τοὺς ἄλλους δύνασαι δικαίους [; ἂν]; ποιεῖν αὐτούς, πρὸς δὲ σαυτὸν οὔ.