# Συμπόσιον 4.57-61

Xenophon, Συμπόσιον, 4.57 to 4.61. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophon/text-13/4.57

οὐκοῦν ἀγαθοῦ μέν, ἔφη, ὑμῖν δοκεῖ μαστροποῦ ἔργον εἶναι ἣν ἂν ἢ ὃν ἂν μαστροπεύῃ ἀρέσκοντα τοῦτον ἀποδεικνύναι οἷς ἂν συνῇ; πάνυ μὲν οὖν, ἔφασαν. οὐκοῦν ἓν μέν τί ἐστιν εἰς τὸ ἀρέσκειν ἐκ τοῦ πρέπουσαν ἔχειν σχέσιν καὶ τριχῶν καὶ ἐσθῆτος; πάνυ μὲν οὖν, ἔφασαν. οὐκοῦν καὶ τόδε ἐπιστάμεθα, ὅτι ἔστιν ἀνθρώπῳ τοῖς αὐτοῖς ὄμμασι καὶ φιλικῶς καὶ ἐχθρῶς πρός τινας βλέπειν; πάνυ μὲν οὖν. τί δέ, τῇ αὐτῇ φωνῇ ἔστι καὶ αἰδημόνως καὶ θρασέως φθέγγεσθαι; πάνυ μὲν οὖν. τί δέ, λόγοι οὐκ εἰσὶ μέν τινες ἀπεχθανόμενοι, εἰσὶ δέ τινες οἳ πρὸς φιλίαν ἄγουσι; πάνυ μὲν οὖν. οὐκοῦν τούτων ὁ ἀγαθὸς μαστροπὸς τὰ συμφέροντα εἰς τὸ ἀρέσκειν διδάσκοι ἄν; πάνυ μὲν οὖν. ἀμείνων δʼ ἂν εἴη, ἔφη, ὁ ἑνὶ δυνάμενος ἀρεστοὺς ποιεῖν ἢ ὅστις καὶ πολλοῖς; ἐνταῦθα μέντοι ἐσχίσθησαν, καὶ οἱ μὲν εἶπον δῆλον ὅτι ὅστις πλείστοις, οἱ δὲ πάνυ μὲν οὖν. ὁ δʼ εἰπὼν ὅτι καὶ τοῦτο ὁμολογεῖται ἔφη· εἰ δέ τις καὶ ὅλῃ τῇ πόλει ἀρέσκοντας δύναιτο ἀποδεικνύναι, οὐχ οὗτος παντελῶς ἂν ἤδη ἀγαθὸς μαστροπὸς εἴη; σαφῶς γε νὴ Δία, πάντες εἶπον. οὐκοῦν εἴ τις τοιούτους δύναιτο ἐξεργάζεσθαι ὧν προστατοίη, δικαίως ἂν μέγα φρονοίη ἐπὶ τῇ τέχνῃ καὶ δικαίως ἂν πολὺν μισθὸν λαμβάνοι; ἐπεὶ δὲ καὶ ταῦτα πάντες συνωμολόγουν, τοιοῦτος μέντοι, ἔφη, μοι δοκεῖ Ἀντισθένης εἶναι οὗτος. καὶ ὁ Ἀντισθένης, ἐμοί, ἔφη, παραδίδως, ὦ Σώκρατες, τὴν τέχνην; ναὶ μὰ Δίʼ, ἔφη. ὁρῶ γάρ σε καὶ τὴν ἀκόλουθον ταύτης πάνυ ἐξειργασμένον. τίνα ταύτην; τὴν προαγωγείαν, ἔφη.

---

Xenophon, Συμπόσιον, ed. Edgar Carew Marchant. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0032.tlg004.local001/.
