Ancient Greek · ~3 min
Chapter 4
Xenophon, Συμπόσιον 4.6
Not analysed yet
οὗτος μὲν δὴ ὁ λόγος ἐνταῦθα ἔληξεν. ἐκ τούτου δὲ ὁ Νικήρατος, ἀκούοιτʼ ἄν, ἔφη, καὶ ἐμοῦ ἃ ἔσεσθε βελτίονες, ἂν ἐμοὶ συνῆτε. ἴστε γὰρ δήπου ὅτι Ὅμηρος ὁ σοφώτατος πεποίηκε σχεδὸν περὶ πάντων τῶν ἀνθρωπίνων. ὅστις ἂν οὖν ὑμῶν βούληται ἢ οἰκονομικὸς ἢ δημηγορικὸς ἢ στρατηγικὸς γενέσθαι ἢ ὅμοιος Ἀχιλλεῖ ἢ Αἴαντι ἢ Νέστορι ἢ Ὀδυσσεῖ, ἐμὲ θεραπευέτω. ἐγὼ γὰρ ταῦτα πάντα ἐπίσταμαι. ἦ καὶ βασιλεύειν, ἔφη ὁ Ἀντισθένης, ἐπίστασαι, ὅτι οἶσθα ἐπαινέσαντα αὐτὸν τὸν Ἀγαμέμνονα ὡς βασιλεύς τε εἴη ἀγαθὸς κρατερός τʼ αἰχμητής; καὶ ναὶ μὰ Δίʼ, ἔφη, ἔγωγε ὅτι ἁρματηλατοῦντα δεῖ ἐγγὺς μὲν τῆς στήλης κάμψαι, αὐτὸν δὲ κλινθῆναι ἐυξέστου ἐπὶ δίφρου ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν, ἀτὰρ τὸν δεξιὸν ἵππον κένσαι ὁμοκλήσαντʼ εἶξαί τέ οἱ ἡνία χερσί. ηομ. ιλ. 23. 335-337