Ancient Greek · ~2 min
Chapter 8
Xenophon, Συμπόσιον 8.30
Not analysed yet
καὶ ἐγὼ δέ φημι καὶ Γανυμήδην οὐ σώματος ἀλλὰ ψυχῆς ἕνεκα ὑπὸ Διὸς εἰς Ὄλυμπον ἀνενεχθῆναι. μαρτυρεῖ δὲ καὶ τοὔνομα αὐτοῦ· ἔστι μὲν γὰρ δήπου καὶ Ὁμήρῳ γάνυται δέ τʼ ἀκούων. ηομ. τοῦτο δὲ φράζει ὅτι ἥδεται δέ τʼ ἀκούων. ἔστι δὲ καὶ ἄλλοθί που πυκινὰ φρεσὶ μήδεα εἰδώς. ηομ. τοῦτο δʼ αὖ λέγει σοφὰ φρεσὶ βουλεύματα εἰδώς. ἐξ οὖν συναμφοτέρων τούτων οὐχ ἡδυσώματος ὀνομασθεὶς ὁ Γανυμήδης ἀλλʼ ἡδυγνώμων ἐν θεοῖς τετίμηται.