Ancient Greek · ~3 min
10.4 to 10.6
Xenophon, Κυνηγετικός 10.4-6
Not analysed yet
πρῶτον μὲν οὖν χρὴ ἐλθόντας ὅπου ἂν οἴωνται ὑπάγειν τὸ κυνηγέσιον, λύσαντας μίαν τῶν κυνῶν τῶν Λακαινῶν, τὰς δʼ ἄλλας ἔχοντας δεδεμένας, συμπεριιέναι τῇ κυνί. ἐπειδὰν δὲ λάβῃ αὐτοῦ τὰ ἴχνη, ἕπεσθαι ἑξῆς τῇ ἰχνεύσει ἡγουμένῃ τοὺς ἀκολουθοῦντας σαφῶς. ἔσται δὲ καὶ τοῖς κυνηγέταις πολλὰ δῆλα αὐτοῦ, ἐν μὲν τοῖς μαλακοῖς τῶν χωρίων τὰ ἴχνη, ἐν δὲ τοῖς λασίοις τῆς ὕλης κλάσματα· ὅπου δʼ ἂν δένδρα ᾖ, πληγαὶ τῶν ὀδόντων. ἡ δὲ κύων ἐπὶ τὸ πολὺ ἀφίξεται ἐπὶ τόπον ὑλώδη ἰχνεύουσα. κατακλίνεται γὰρ τὸ θηρίον ὡς ἐπὶ τὸ πολὺ εἰς τοιαῦτα· τοῦ μὲν γὰρ χειμῶνός ἐστιν ἀλεεινά, τοῦ δὲ θέρους ψυχεινά. ἐπειδὰν δʼ ἀφίκηται ἐπὶ τὴν εὐνήν, ὑλακτεῖ·