Ancient Greek · ~4 min
10.8 to 10.10
Xenophon, Κυνηγετικός 10.8-10
Not analysed yet
ἐπειδὰν δʼ ἑστῶσιν, ἐλθόντας πρὸς τὰς κύνας λῦσαι ἁπάσας καὶ λαβόντας τὰ ἀκόντια καὶ τὰ προβόλια προιέναι. ἐγκελεύειν δὲ ταῖς κυσὶν ἕνα τὸν ἐμπειρότατον, τοὺς δʼ ἄλλους ἕπεσθαι κοσμίως ἀπολείποντας ἀπʼ ἀλλήλων πολύ, ὅπως ἂν ᾖ αὐτῷ ἱκανὴ διαδρομή· ἐὰν γὰρ ὑποχωρῶν ἐμπέσῃ εἰς πυκνούς, κίνδυνος πληγῆναι· ᾧ γὰρ ἂν προσπέσῃ, εἰς τοῦτον τὴν ὀργὴν κατέθετο. ἐπειδὰν δʼ αἱ κύνες ἐγγὺς ὦσι τῆς εὐνῆς, ἐπεισίασι· θορυβούμενος δὲ ἐξαναστήσεται, καὶ ἥτις ἂν τῶν κυνῶν προσφέρηται αὐτῷ πρὸς τὸ πρόσωπον, ἀναρρίψει· θέων δʼ ἐμπεσεῖται· ἐὰν δὲ μή, μεταθεῖν ἀνάγκη. καὶ ἐὰν μὲν ᾖ τὸ χωρίον κατωφερὲς ἐν ᾧ ἂν ἔχῃ αὐτὸν ἡ ἄρκυς, ταχὺ ἐξαναστήσεται· ἐὰν δὲ ἄπεδον, εὐθὺς ἑστήξει περὶ αὑτὸν ἔχων. ἐν τούτῳ δὲ τῷ καιρῷ αἱ μὲν κύνες προσκείσονται· αὐτοὺς δὲ χρὴ φυλαττομένους αὐτὸν ἀκοντίζειν, καὶ βάλλειν λίθοις, περιισταμένους ὄπισθεν καὶ πολὺ ἄπωθεν, ἕως ἂν κατατείνῃ προωθῶν αὑτὸν τῆς ἄρκυος τὸν περίδρομον. εἶτα ὅστις ἂν ᾖ τῶν παρόντων ἐμπειρότατος καὶ ἐγκρατέστατος προσελθόντα ἐκ τοῦ πρόσθεν τῷ προβολίῳ παίειν.