Ancient Greek · ~1 min
2.8 to 2.9
Xenophon, Κυνηγετικός 2.8-9
Not analysed yet
τῷ δὲ πλήθει τῶν σχαλίδων οἷόν τʼ ἐστὶ χρῆσθαι πρὸς τὰ δίκτυα πολλῷ καὶ ὀλίγῳ· ἐλάττονι μέν, ἂν σφόδρα τείνηται ἐν τῇ στάσει, πλέονι δʼ, ἂν ἡσυχῇ. ἔστω δὲ καὶ ἐν ὅτῳ ἔσονται αἱ ἄρκυς καὶ τὰ ἐνόδια καὶ τὰ δίκτυα κυνοῦχος μόσχειος, καὶ τὰ δρέπανα, ἵνα ᾖ τῆς ὕλης τέμνοντα φράττειν τὰ δεόμενα.