# Κυνηγετικός 4.7-11

Xenophon, Κυνηγετικός, 4.7 to 4.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophon/text-3/4.7

τὰ δὲ χρώματα οὐ χρὴ εἶναι τῶν κυνῶν οὔτε πυρρὰ οὔτε μέλανα οὔτε λευκὰ παντελῶς· ἔστι γὰρ οὐ γενναῖον τοῦτο, ἀλλὰ τὸ ἁπλοῦν καὶ θηριῶδες. αἱ μὲν οὖν πυρραὶ ἔχουσαι ἔστωσαν λευκὴν τρίχα ἐπανθοῦσαν περὶ τὰ μέτωπα καὶ αἱ μέλαιναι, αἱ δὲ λευκαὶ πυρράν· ἐπὶ δὲ ταῖς μηριαίαις ἄκραις τρίχας ὀρθάς, βαθείας, καὶ ἐπὶ ταῖς ὀσφύσι καὶ ταῖς οὐραῖς κάτω, ἄνωθεν δὲ μετρίας. ἄγειν δὲ ἄμεινον τὰς κύνας εἰς τὰ ὄρη πολλάκις, τὰ δὲ ἔργα ἧττον· τὰ μὲν γὰρ ὄρη οἷόν τʼ ἐστὶ καὶ ἰχνεύειν καὶ μεταθεῖν καθαρῶς, τὰ δὲ ἔργα οὐδέτερα διὰ τοὺς τριμμούς. ἔστι δὲ καὶ ἄνευ τοῦ εὑρίσκειν τὸν λαγῶ ἀγαθὸν ἄγειν τὰς κύνας εἰς τὰ τραχέα· καὶ γὰρ εὔποδες γίγνονται καὶ τὰ σώματα διαπονοῦσαι ἐν τόποις τοιούτοις ὠφελοῦνται. ἀγέσθωσαν δὲ θέρους μὲν μέχρι μεσημβρίας, χειμῶνος δὲ διʼ ἡμέρας, μετοπώρου δʼ ἔξω μεσημβρίας, ἐντὸς δὲ ἑσπέρας τὸ ἔαρ. ταῦτα γὰρ μέτρια.

---

Xenophon, Κυνηγετικός. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0032.tlg014.local001/.
