Ancient Greek · ~4 min
5.31 to 5.34
Xenophon, Κυνηγετικός 5.31-34
Not analysed yet
ἔστιν οὖν ἀδύνατον μὴ οὐκ εἶναι ἐκ τοιούτων συνηρμοσμένον ἰσχυρόν, ὑγρόν, ὑπερέλαφρον. τεκμήριον δὲ ὡς ἐλαφρόν ἐστιν· ὅταν ἀτρέμα διαπορεύηται, πηδᾷ—βαδίζοντα δὲ οὐδεὶς ἑώρακεν οὐδʼ ὄψεται—τιθεὶς εἰς τὸ ἐπέκεινα τῶν ἔμπροσθεν ποδῶν τοὺς ὄπισθεν καὶ ἔξω· καὶ θεῖ οὕτως. δῆλον δὲ τοῦτο ἐν χιόνι. οὐρὰν δὲ οὐκ ἐπιτηδείαν ἔχει πρὸς δρόμον· ἐπευθύνειν γὰρ οὐχ ἱκανὴ τὸ σῶμα διὰ τὴν βραχύτητα· ἀλλὰ τῷ ὠτί ἑκατέρῳ τοῦτο ποιεῖ· καὶ ὅταν ἀνιστῆται ὑπὸ τῶν κυνῶν, καταβάλλων καὶ παραβάλλων τὸ ἕτερον οὖς πλάγιον, ὁποτέρᾳ ἂν λυπῆται, ἀπερειδόμενος δὴ εἰς τοῦτο ὑποστρέφεται ταχύ, ἐν μικρῷ πολὺ καταλιπὼν τὸ ἐπιφερόμενον. οὕτω δὲ ἐπίχαρί ἐστι τὸ θέαμα, ὥστε οὐδεὶς ὅστις οὐκ ἂν ἰδὼν ἰχνευόμενον, εὑρισκόμενον, μεταθεόμενον, ἁλισκόμενον, ἐπιλάθοιτʼ ἂν εἴ του ἐρῴη. ἐν δὲ τοῖς ἔργοις κυνηγετοῦντα ἀπέχεσθαι ὧν ὧραι φέρουσι καὶ τὰ νάματα καὶ τὰ ῥεῖθρα ἐᾶν· τὸ γὰρ ἅπτεσθαι τούτων αἰσχρὸν καὶ κακόν, καὶ ἵνα μὴ τῷ νόμῳ ἐναντίοι ὦσιν οἱ ἰδόντες· καὶ ὅταν ἀναγρία ἐμπίπτῃ, ἀναλύειν χρὴ τὰ περὶ τὸ κυνηγέσιον πάντα.