Ancient Greek · ~3 min
9.16 to 9.17
Xenophon, Κυνηγετικός 9.16-17
Not analysed yet
μετὰ δὲ τοῦτο τῆς γῆς ἐπιβαλεῖν ἐπʼ αὐτὰ πρῶτον μὲν τὴν ἐπιπολῆς ἐξαιρεθεῖσαν ἐκ τῶν ὀρυγμάτων, ἄνωθεν δὲ ταύτης γῆς στερεᾶς τῆς ἄπωθεν, ἵνα ᾖ τῇ ἐλάφῳ ὅτι μάλιστα ἄδηλος ἡ στάσις· τὴν δὲ περιοῦσαν τῆς γῆς ἀποφέρειν πόρρω ἀπὸ τῆς ποδοστράβης· ἐὰν γὰρ ὀσφραίνηται νεωστὶ κεκινημένης, δυσωπεῖται· ταχὺ δὲ ποιεῖ τοῦτο. ἐπισκοπεῖν δὲ ἔχοντα τὰς κύνας τὰς μὲν ἐν τοῖς ὄρεσιν ἑστώσας, μάλιστα μὲν ἕωθεν, χρὴ δὲ καὶ τῆς ἄλλης ἡμέρας, ἐν δὲ τοῖς ἔργοις πρῴ. ἐν μὲν γὰρ τοῖς ὄρεσιν οὐ μόνον τῆς νυκτὸς ἁλίσκονται ἀλλὰ καὶ μεθʼ ἡμέραν διὰ τὴν ἐρημίαν· ἐν δὲ τοῖς ἔργοις τῆς νυκτὸς διὰ τὸ μεθʼ ἡμέραν πεφοβῆσθαι τοὺς ἀνθρώπους.