Ancient Greek · ~2 min
Κύρου Παιδείας Γ, Chapter 1
Xenophon, Κύρου παιδεία 1.16-2
Not analysed yet
ἀλλὰ μέντοι, ἔφη ὁ Τιγράνης, μεγάλα γʼ ἂν ζημιοῖο, εἰ τοὺς σεαυτοῦ κατακαίνοις τότε ὁπότε σοι πλείστου ἄξιοι εἶεν κεκτῆσθαι. πῶς δʼ ἄν, ἔφη ὁ Κῦρος, τότε πλείστου ἄξιοι γίγνοιντο ἅνθρωποι ὁπότε ἀδικοῦντες ἁλίσκοιντο; εἰ τότε, οἶμαι, σώφρονες γίγνοιντο. δοκεῖ γάρ μοι, ὦ Κῦρε, οὕτως ἔχειν, ἄνευ μὲν σωφροσύνης οὐδʼ ἄλλης ἀρετῆς οὐδὲν ὄφελος εἶναι· τί γὰρ ἄν, ἔφη, χρήσαιτʼ ἄν τις ἰσχυρῷ ἢ ἀνδρείῳ μὴ σώφρονι, ,τί δὲ πλουσίῳ, τί δὲ δυνάστῃ ἐν πόλει; σὺν δὲ σωφροσύνῃ καὶ φίλος πᾶς χρήσιμος καὶ θεράπων πᾶς ἀγαθός.