Ancient Greek · ~2 min
1.26 to 1.27
Xenophon, Κύρου παιδεία 1.26-3-27
Not analysed yet
νῦν δʼ αὖ οὕτως ἔχομεν ὡς σὺν μὲν σοὶ ὅμως καὶ ἐν τῇ πολεμίᾳ ὄντες θαρροῦμεν, ἄνευ δὲ σοῦ καὶ οἴκαδε ἀπιέναι φοβούμεθα. οἱ μὲν οὖν ἄλλοι ὅπως ποιήσουσιν αὐτοὶ ἐροῦσιν· ἐγὼ δέ, ὦ Κῦρε, καὶ ὧν ἐγὼ κρατῶ καὶ μενοῦμεν παρὰ σοὶ καὶ ὁρῶντες σὲ ἀνεξόμεθα καὶ καρτερήσομεν ὑπὸ σοῦ εὐεργετούμενοι. ἐπὶ τούτῳ ἔλεξεν ὁ Τιγράνης ὧδε· σύ, ἔφη, ὦ Κῦρε, μήποτε θαυμάσῃς ἂν ἐγὼ σιωπῶ· ἡ γὰρ ψυχή, ἔφη, οὐχ ὡς βουλεύσουσα παρεσκεύασται ἀλλʼ ὡς ποιήσουσα ὅ τι ἂν παραγγέλλῃς.