Ancient Greek · ~2 min
Κύρου Παιδείας Γ, Chapter 1
Xenophon, Κύρου παιδεία 1.28
Not analysed yet
ἀλλὰ ναὶ μὰ τοὺς θεούς, ἔφη, τοιούτοις μὲν ἔγωγε ὑπηρέταις, οὓς εἰδείην ἀνάγκῃ ὑπηρετοῦντας, ἀηδῶς ἄν μοι δοκῶ χρῆσθαι· οὓς δὲ γιγνώσκειν δοκοίην ὅτι εὐνοίᾳ καὶ φιλίᾳ τῇ ἐμῇ τὸ δέον συλλαμβάνοιεν, τούτους ἄν μοι δοκῶ καὶ ἁμαρτάνοντας ῥᾷον φέρειν ἢ τοὺς μισοῦντας μέν, ἔκπλεω δὲ πάντα ἀνάγκῃ διαπονουμένους. καὶ ὁ Τιγράνης εἶπε πρὸς ταῦτα· φιλίαν δὲ παρὰ τίνων ἄν ποτε λάβοις τοσαύτην ὅσην σοι παρʼ ἡμῶν ἔξεστι κτήσασθαι νῦν; παρʼ ἐκείνων οἶμαι, ἔφη, τῶν μηδέποτε πολεμίων γεγενημένων, εἰ ἐθέλοιμι εὐεργετεῖν αὐτοὺς ὥσπερ σὺ νῦν με κελεύεις εὐεργετεῖν ὑμᾶς.