Ancient Greek · ~2 min
Κύρου Παιδείας [στιγμα], Chapter 1
Xenophon, Κύρου παιδεία 1.28-3
Not analysed yet
ἔδοξε δʼ αὐτῷ, ὃ κράτιστον εἰκὸς ἦν εἶναι τῆς δυνάμεως, ὄντων τῶν βελτίστων ἐπὶ τοῖς ἅρμασι, τοῦτο ἐν ἀκροβολιστῶν μέρει εἶναι καὶ εἰς τὸ κρατεῖν οὐδὲν μέγα συμβάλλεσθαι. ἅρματα γὰρ τριακόσια τοὺς μὲν μαχομένους παρέχεται τριακοσίους, ἵπποις δʼ οὗτοι χρῶνται διακοσίοις καὶ χιλίοις· ἡνίοχοι δʼ αὐτοῖς εἰσὶ μὲν ὡς εἰκὸς οἷς μάλιστα πιστεύουσιν, οἱ βέλτιστοι· ἄλλοι δὲ εἰσὶ τριακόσιοι οὗτοι, οἳ οὐδʼ ὁτιοῦν τοὺς πολεμίους βλάπτουσι.