Ancient Greek · ~1 min
Κύρου Παιδείας Γ, Chapter 1
Xenophon, Κύρου παιδεία 1.33
Not analysed yet
καὶ ὁ Κῦρος εἶπεν· ἴθι δὴ λέξον μοι πόση σοι δύναμίς ἐστι, λέξον δὲ καὶ πόσα χρήματα. ἐνταῦθα δὴ λέγει ὁ Ἀρμένιος· ἱππεῖς μὲν τοίνυν εἰσὶν εἰς ὀκτακισχιλίους, πεζοὶ δὲ εἰς τέτταρας μυριάδας· χρήματα δʼ, ἔφη, σὺν τοῖς θησαυροῖς οἷς ὁ πατὴρ κατέλιπεν ἔστιν εἰς ἀργύριον λογισθέντα τάλαντα πλείω τῶν τρισχιλίων.