Ancient Greek · ~2 min
Κύρου Παιδείας Γ, Chapter 1
Xenophon, Κύρου παιδεία 1.38
Not analysed yet
διασκηνούντων δὲ μετὰ δεῖπνον ἐπήρετο ὁ Κῦρος· εἰπέ μοι, ἔφη, ὦ Τιγράνη, ποῦ δὴ ἐκεῖνός ἐστιν ὁ ἀνὴρ ὃς συνεθήρα ἡμῖν καὶ σύ μοι μάλα ἐδόκεις θαυμάζειν αὐτόν. οὐ γάρ, ἔφη, ἀπέκτεινεν αὐτὸν οὑτοσὶ ὁ ἐμὸς πατήρ; τί λαβὼν ἀδικοῦντα; διαφθείρειν αὐτὸν ἔφη ἐμέ. καίτοι ,ὦ Κῦρε, οὕτω καλὸς κἀγαθὸς ἐκεῖνος ἦν ὡς καὶ ὅτε ἀποθνῄσκειν ἔμελλε προσκαλέσας με εἶπε· μήτι σύ, ἔφη, ὦ Τιγράνη, ὅτι ἀποκτείνει με, χαλεπανθῇς τῷ πατρί· οὐ γὰρ κακονοίᾳ τῇ σῇ τοῦτο ποιεῖ, ἀλλʼ ἀγνοίᾳ. ὁπόσα δὲ ἀγνοίᾳ ἄνθρωποι ἐξαμαρτάνουσι, πάντʼ ἀκούσια ταῦτʼ ἔγωγε νομίζω.