Ancient Greek · ~2 min
1.8 to 1.9
Xenophon, Κύρου παιδεία 1.8-5-9
Not analysed yet
ἐπὶ τούτῳ ὁ Καδούσιος εἶπεν· ἡμεῖς δὲ τί ἂν λέγοιμεν, ἔφη, περὶ τοῦ οἴκαδε ἀπελθόντες ἕκαστοι χωρὶς εἶναι, ὁπότε γε οὐδὲ στρατευομένοις, ὡς ἔοικε, χωρίζεσθαι συμφέρει; ἡμεῖς γοῦν οὐ πολὺν χρόνον δίχα τοῦ ὑμετέρου πλήθους στρατευσάμενοι δίκην ἔδομεν ὡς καὶ ὑμεῖς ἐπίστασθε. ἐπὶ τούτῳ Ἀρτάβαζος ὅ ποτε φήσας εἶναι Κύρου συγγενὴς ἔλεξε τοιάδε· ἐγὼ δʼ, ἔφη, ὦ Κυαξάρη, τοσοῦτον διαφέρομαι τοῖς πρόσθεν λέγουσιν· οὗτοι μὲν γάρ φασιν ἔτι δεῖν μένοντας στρατεύεσθαι, ἐγὼ δὲ λέγω ὅτι ὅτε μὲν οἴκοι ἦν, ἐστρατευόμην·