Ancient Greek · ~2 min
2.13 to 2.14
Xenophon, Κύρου παιδεία 2.13-5-14
Not analysed yet
καὶ ὁ Γωβρύας εἶπε γελάσας· πρὸς τῶν θεῶν, ἔφη, ὦ Κῦρε, δεῖξον δή μοι ποῦ οὗτοί εἰσιν, ἵνα σε τούτων τινὰ αἰτήσωμαι παῖδά μοι γενέσθαι. καὶ ὁ Κῦρος εἶπεν· ἀμέλει, ἔφη, οὐδὲν ἐμοῦ σε δεήσει πυνθάνεσθαι, ἀλλʼ ἂν σὺν ἡμῖν ἕπῃ, αὐτὸς σὺ ἕξεις καὶ ἄλλῳ δεικνύναι αὐτῶν ἕκαστον. τοσαῦτʼ εἰπὼν δεξιάν τε λαβὼν τοῦ Γωβρύα καὶ ἀναστὰς ἐξῄει, καὶ τοὺς μεθʼ αὑτοῦ ἐξῆγεν ἅπαντας· καὶ πολλὰ δεομένου τοῦ Γωβρύα ἔνδον δειπνεῖν οὐκ ἠθέλησεν, ἀλλʼ ἐν τῷ στρατοπέδῳ ἐδείπνει καὶ τὸν Γωβρύαν σύνδειπνον παρέλαβεν.