Ancient Greek · ~3 min
2.18 to 2.19
Xenophon, Κύρου παιδεία 2.18-2-19
Not analysed yet
ἔφασαν οἱ Χαλδαῖοι. καὶ ὅς, τί δʼ, ἔφη, εἰ καὶ ἄλλα ὑμῖν ἀγαθὰ προσγένοιτο διὰ τὴν εἰρήνην; ἔτι ἄν, ἔφασαν, μᾶλλον εὐφραινοίμεθα. ἄλλο τι οὖν, ἔφη, ἢ διὰ τὸ γῆς σπανίζειν ἀγαθῆς νῦν πένητες νομίζετʼ εἶναι; συνέφασαν καὶ τοῦτο. τί οὖν; ἔφη ὁ Κῦρος, βούλοισθʼ ἂν ἀποτελοῦντες ὅσαπερ οἱ ἄλλοι Ἀρμένιοι ἐξεῖναι ὑμῖν τῆς Ἀρμενίας ἐργάζεσθαι ὁπόσην ἂν θέλητε; ἔφασαν οἱ Χαλδαῖοι, εἰ πιστεύοιμεν μὴ ἀδικήσεσθαι. τί δέ, σύ, ἔφη, ὦ Ἀρμένιε, βούλοιο ἄν σοι τὴν νῦν ἀργὸν οὖσαν ἐνεργὸν γενέσθαι, εἰ μέλλοιεν τὰ νομιζόμενα παρὰ σοὶ ἀποτελεῖν οἱ ἐργαζόμενοι; ἔφη ὁ Ἀρμένιος πολλοῦ ἂν τοῦτο πρίασθαι· πολὺ γὰρ ἂν αὐξάνεσθαι τὴν πρόσοδον.