Ancient Greek
Κύρου Παιδείας Β, Chapter 2
Xenophon, Κύρου παιδεία 2.2-2
Not analysed yet
καὶ Ὑστάσπας ὑπολαβὼν εἶπεν· ἀλλʼ ὁποῖοι μέν τινες ἔσονται εἰς τοὺς πολεμίους οὔπω ἔγωγε ἐπίσταμαι· ἐν μέντοι τῇ συνουσίᾳ δύσκολοι ναὶ μὰ τοὺς θεοὺς ἔνιοι αὐτῶν φαίνονται. πρῴην μέν γε, ἔφη, ὁ Κυαξάρης ἔπεμψεν εἰς τὴν τάξιν ἑκάστην ἱερεῖα, καὶ ἐγένοντο κρέα ἑκάστῳ ἡμῶν τρία καὶ πλείω τὰ περιφερόμενα. καὶ ἤρξατο μὲν ἀπʼ ἐμοῦ τὴν πρώτην περίοδον περιφέρων· ὅτε δὲ τὸ δεύτερον εἰσῄει περιοίσων, ἐκέλευσα ἐγὼ ἀπὸ τοῦ τελευταίου ἄρχεσθαι καὶ ἀνάπαλιν φέρειν.