Ancient Greek
3.12 to 3.13
Xenophon, Κύρου παιδεία 3.12-5-13
Not analysed yet
καὶ σὺ δʼ, ἔφη, οὐκ ἔρημος ἔσῃ, ἀλλʼ ἐγώ σε καὶ σωφροσύνης ἕνεκα καὶ πάσης ἀρετῆς καὶ τἆλλα τιμήσω καὶ συστήσω ὅστις ἀποκομιεῖ σε ὅποι ἂν αὐτὴ ἐθέλῃς· μόνον, ἔφη, δήλωσον πρὸς ἐμὲ πρὸς ὅντινα χρῄζεις κομισθῆναι. καὶ ἡ Πάνθεια εἶπεν· ἀλλὰ θάρρει, ἔφη, ὦ Κῦρε, οὐ μή σε κρύψω πρὸς ὅντινα βούλομαι ἀφικέσθαι.