Ancient Greek · ~2 min
3.25 to 3.26
Xenophon, Κύρου παιδεία 3.25-3-26
Not analysed yet
τελευταίους μέντοι στήσω τοὺς ἐπὶ πᾶσι καλουμένους. ὥσπερ γὰρ οἰκίας οὔτε ἄνευ λιθολογήματος ὀχυροῦ οὔτε ἄνευ τῶν στέγειν ποιούντων οὐδὲν ὄφελος, οὕτως οὐδὲ φάλαγγος οὔτʼ ἄνευ τῶν πρώτων οὔτʼ ἄνευ τῶν τελευταίων, εἰ μὴ ἀγαθοὶ ἔσονται, ὄφελος οὐδέν. ἀλλʼ ὑμεῖς τʼ, ἔφη, ὡς παραγγέλλω τάττεσθε, καὶ ὑμεῖς οἱ τῶν πελταστῶν ἄρχοντες ἐπὶ τούτοις ὡσαύτως τοὺς λόχους καθίστατε, καὶ ὑμεῖς οἱ τῶν τοξοτῶν ἐπὶ τοῖς πελτασταῖς ὡσαύτως.