Ancient Greek · ~2 min
Κύρου Παιδείας Δ, Chapter 3
Xenophon, Κύρου παιδεία 3.7-4
Not analysed yet
νῦν μὲν οὖν οὕτω ταῦτʼ ἔχει κατʼ ἀνάγκην. εἰ δʼ ἡμεῖς ἱππικὸν κτησαίμεθα μὴ χεῖρον τούτων, οὐ πᾶσιν ἡμῖν καταφανὲς ὅτι τούς τʼ ἂν πολεμίους δυναίμεθα καὶ ἄνευ τούτων ποιεῖν ὅσαπερ νῦν σὺν τούτοις, τούτους τε ἔχοιμεν ἂν τότε μετριώτερον πρὸς ἡμᾶς φρονοῦντας; ὁπότε γὰρ παρεῖναι ἢ ἀπεῖναι βούλοιντο, ἧττον ἂν ἡμῖν μέλοι, εἰ αὐτοὶ ἄνευ τούτων ἀρκοῖμεν ἡμῖν αὐτοῖς.