Ancient Greek
Κύρου Παιδείας Β, Chapter 3
Xenophon, Κύρου παιδεία 3.9-2
Not analysed yet
νῦν δʼ, ἔφη, ἡμῖν καὶ δείκνυται μάχη, ἣν ἐγὼ ὁρῶ πάντας ἀνθρώπους φύσει ἐπισταμένους, ὥσπερ γε καὶ τἆλλα ζῷα ἐπίστανταί τινα μάχην ἕκαστα οὐδὲ παρʼ ἑνὸς ἄλλου μαθόντα ἢ παρὰ τῆς φύσεως, οἷον ὁ βοῦς κέρατι παίειν, ὁ ἵππος ὁπλῇ, ὁ κάπρος ὀδόντι. καὶ φυλάττεσθαί γʼ, ἔφη, ἅπαντα ταῦτα ἐπίστανται ἀφʼ ὧν μάλιστα δεῖ, καὶ ταῦτα εἰς οὐδενὸς διδασκάλου πώποτε φοιτήσαντα.