Ancient Greek · ~3 min
Κύρου Παιδείας Α, Chapter 4
Xenophon, Κύρου παιδεία 4.19
Not analysed yet
ὁ δὲ Κῦρος ὡς εἶδε πολλοὺς ἱππέας ἀντίους, ἤρετο· ἦ οὗτοι, ἔφη, ὦ πάππε, πολέμιοί εἰσιν, οἳ ἐφεστήκασι τοῖς ἵπποις ἠρέμα; πολέμιοι μέντοι, ἔφη. ἦ καὶ ἐκεῖνοι, ἔφη, οἱ ἐλαύνοντες; κἀκεῖνοι μέντοι. νὴ τὸν Δίʼ, ἔφη, ὦ πάππε, ἀλλʼ οὖν πονηροί γε φαινόμενοι καὶ ἐπὶ πονηρῶν ἱππαρίων ἄγουσιν ἡμῶν τὰ χρήματα· οὐκοῦν χρὴ ἐλαύνειν τινὰς ἡμῶν ἐπʼ αὐτούς. ἀλλʼ οὐχ ὁρᾷς, ἔφη, ὦ παῖ, ὅσον τὸ στῖφος τῶν ἱππέων ἕστηκε συντεταγμένον; οἳ ἢν ἐπʼ ἐκείνους ἡμεῖς ἐλαύνωμεν, ὑποτεμοῦνται ἡμᾶς πάλιν · ἡμῖν δὲ οὔπω ἡ ἰσχὺς πάρεστιν. ἀλλʼ ἢν σὺ μένῃς, ἔφη ὁ Κῦρος, καὶ ἀναλαμβάνῃς τοὺς προσβοηθοῦντας, φοβήσονται οὗτοι καὶ οὐ κινήσονται, οἱ δʼ ἄγοντες εὐθὺς ἀφήσουσι τὴν λείαν, ἐπειδὰν ἴδωσί τινας ἐπʼ αὐτοὺς ἐλαύνοντας.