Ancient Greek · ~3 min
5.13 to 5.15
Xenophon, Κύρου παιδεία 5.13-2-15
Not analysed yet
ἀλλὰ γάρ, ἔφη, μὴ οὕτως εἰκῇ ἡμᾶς αὐτοὺς αἰτιώμεθα· ἀλλʼ, εἰ δυνατόν, σαφέστατα κατίδωμεν ποῖόν ἐστι τὸ παρʼ ἐμοῦ ἀδίκημα. καὶ τὴν ἐν φίλοις δικαιοτάτην ὑπόθεσιν ἔχω ὑποτιθέναι· ἐὰν γάρ τί σε φανῶ κακὸν πεποιηκώς, ὁμολογῶ ἀδικεῖν· ἐὰν μέντοι μηδὲν φαίνωμαι κακὸν πεποιηκὼς μηδὲ βουληθείς, οὐ καὶ σὺ αὖ ὁμολογήσεις μηδὲν ὑπʼ ἐμοῦ ἀδικεῖσθαι; ἀλλʼ ἀνάγκη, ἔφη. ἐὰν δὲ δὴ καὶ ἀγαθὰ πεπραχώς σοι δῆλος ὦ καὶ προθυμούμενος πρᾶξαι ὡς ἐγὼ πλεῖστα ἐδυνάμην, οὐκ ἂν καὶ ἐπαίνου σοι ἄξιος εἴην μᾶλλον ἢ μέμψεως; δίκαιον γοῦν, ἔφη. ἄγε τοίνυν, ἔφη ὁ Κῦρος, σκοπῶμεν τὰ ἐμοὶ πεπραγμένα πάντα καθʼ ἓν ἕκαστον· οὕτω γὰρ μάλιστα δῆλον ἔσται ὅ τι τε αὐτῶν ἀγαθόν ἐστι καὶ ὅ τι κακόν.