Ancient Greek · ~3 min
Κύρου Παιδείας Α, Chapter 6
Xenophon, Κύρου παιδεία 6.11
Not analysed yet
ἀλλʼ, ἔφη, ὦ πάτερ, ἄλλως τέ μοι καλῶς δοκεῖς ταῦτα λέγειν πάντα, καὶ ὅτι ὧν μὲν νῦν λέγονται λήψεσθαι οἱ στρατιῶται, οὐδεὶς αὐτῶν ἐμοὶ τούτων χάριν εἴσεται· ἴσασι γὰρ ἐφʼ οἷς αὐτοὺς Κυαξάρης ἐπάγεται συμμάχους· ὅ τι δʼ ἂν πρὸς τοῖς εἰρημένοις λαμβάνῃ τις, ταῦτα καὶ τιμὴν νομιοῦσι καὶ χάριν τούτων εἰκὸς εἰδέναι τῷ διδόντι. τὸ δʼ ἔχοντα δύναμιν ᾗ ἔστι μὲν φίλους εὖ ποιοῦντα ἀντωφελεῖσθαι, ἔστι δὲ ἐχθροὺς πειρᾶσθαι τείσασθαι, ἔπειτʼ ἀμελεῖν τοῦ πορίζεσθαι, οἴει τι, ἔφη, ἧττόν τι τοῦτο εἶναι αἰσχρὸν ἢ εἴ τις ἔχων μὲν ἀγρούς, ἔχων δὲ ἐργάτας οἷς ἂν ἐργάζοιτο, ἔπειτʼ ἐῴη τὴν ἀργοῦσαν ἀνωφέλητον εἶναι; ὥς γʼ ἐμοῦ, ἔφη, μηδέποτε ἀμελήσοντος τοῦ τὰ ἐπιτήδεια τοῖς στρατιώταις συμμηχανᾶσθαι μήτʼ ἐν φιλίᾳ μήτʼ ἐν πολεμίᾳ οὕτως ἔχε τὴν γνώμην.