Ancient Greek
Κύρου Παιδείας Η, Chapter 7
Xenophon, Κύρου παιδεία 7.7
Not analysed yet
καὶ τοὺς μὲν φίλους ἐπεῖδον διʼ ἐμοῦ εὐδαίμονας γενομένους, τοὺς δὲ πολεμίους ὑπʼ ἐμοῦ δουλωθέντας· καὶ τὴν πατρίδα πρόσθεν ἰδιωτεύουσαν ἐν τῇ Ἀσίᾳ νῦν προτετιμημένην καταλείπω· ὧν τʼ ἐκτησάμην οὐδὲν ὅ τι οὐ διεσωσάμην. καὶ τὸν μὲν παρελθόντα χρόνον ἔπραττον οὕτως ὥσπερ ηὐχόμην· φόβος δέ μοι συμπαρομαρτῶν μή τι ἐν τῷ ἐπιόντι χρόνῳ ἢ ἴδοιμι ἢ ἀκούσαιμι ἢ πάθοιμι χαλεπόν, οὐκ εἴα τελέως με μέγα φρονεῖν οὐδʼ εὐφραίνεσθαι ἐκπεπταμένως.