Ancient Greek · ~5 min
10.10 to 10.14
Xenophon, Περὶ ἱππικῆς 10.10-14
Not analysed yet
εἰ δέ τις ἀγνοεῖ, τί τὸ ὑγρὸν τοῦ χαλινοῦ καὶ τί τὸ σκληρόν, γράψομεν καὶ τοῦτο. ὑγρὸν μὲν γάρ ἐστιν ὅταν οἱ ἄξονες εὐρείας καὶ λείας ἔχωσι τὰς συμβολάς, ὥστε ῥᾳδίως κάμπτεσθαι· καὶ πάντα δὲ ὁπόσα περιτίθεται περὶ τοὺς ἄξονας ἢν εὐρύστομα ᾖ καὶ μὴ σύμπυκνα, ὑγρότερά ἐστιν. ἢν δὲ χαλεπῶς ἕκαστα τοῦ χαλινοῦ διατρέχῃ καὶ συνθέῃ, τοῦτʼ ἐστὶ τὸ σκληρὸν εἶναι. ὁποῖος δʼ ἄν τις ᾖ, τούτῳ τάδε γε πάντα ταὐτὰ ποιητέον, ἤνπερ γε βούληται ἀποδείξασθαι τὸν ἵππον οἷονπερ εἴρηται· ἀνακρουστέον μὲν τὸ στόμα τοῦ ἵππου οὔτε ἄγαν χαλεπῶς ὥστʼ ἐκνεύειν, οὔτε ἄγαν ἡσύχως ὡς μὴ αἰσθάνεσθαι· ἐπειδὰν δὲ ἀνακρουόμενος αἴρῃ τὸν αὐχένα, δοτέον εὐθὺς τὸν χαλινόν. καὶ τἆλλα δὲ δεῖ, ὥσπερ οὐ παυόμεθα λέγοντες, ἐν ᾧ ἂν καλῶς ὑπηρετῇ, χαρίζεσθαι τῷ ἵππῳ. καὶ ὅταν δʼ αἴσθηται ἡδόμενον τὸν ἵππον τῇ τε ὑψαυχενίᾳ καὶ τῇ χαλαρότητι, ἐν τούτῳ οὐδὲν δεῖ χαλεπὸν προσφέρειν ὡς πονεῖν ἀναγκάζοντα, ἀλλὰ θωπεύειν ὡς ἱππάσασθαι βουλόμενον· οὕτω γὰρ μάλιστα θαρρῶν πρόεισιν εἰς τὴν ταχεῖαν ἱππασίαν. ὡς δὲ καὶ τῷ ταχὺ θεῖν ἵππος ἥδεται τεκμήριον· ἐκφυγὼν γὰρ οὐδεὶς βάδην πορεύεται, ἀλλὰ θεῖ. τούτῳ γὰρ πέφυκεν ἥδεσθαι, ἢν μή τις πλείω τοῦ καιροῦ θεῖν ἀναγκάζῃ· ὑπερβάλλον δὲ τὸν καιρὸν οὐδὲν τῶν πάντων ἡδὺ οὔτε ἵππῳ οὔτε ἀνθρώπῳ.