Ancient Greek · ~2 min
10.16 to 10.17
Xenophon, Περὶ ἱππικῆς 10.16-17
Not analysed yet
ἢν δέ τις οὕτως ἀνεζωπυρημένῳ αὐτῷ δῷ τὸν χαλινόν, ἐνταῦθʼ ὑφʼ ἡδονῆς τῷ διὰ τὴν χαλαρότητα τοῦ στομίου λελύσθαι νομίζειν, κυδρῷ μὲν τῷ σχήματι, ὑγροῖν δὲ τοῖν σκελοῖν γαυριώμενος φέρεται, παντάπασιν ἐκμιμούμενος τὸν πρὸς ἵππους καλλωπισμόν. καὶ οἱ θεώμενοι τὸν ἵππον τοιοῦτον ἐπικαλοῦσιν ἐλευθέριόν τε καὶ ἐθελουργὸν καὶ ἱππαστὴν καὶ θυμοειδῆ καὶ σοβαρὸν καὶ ἅμα ἡδύν τε καὶ γοργὸν ἰδεῖν. καὶ ταῦτα μὲν δή, ἢν τούτων τις ἐπιθυμήσῃ, μέχρι τούτων ἡμῖν γεγράφθω.