Ancient Greek · ~4 min
11.9 to 11.12
Xenophon, Περὶ ἱππικῆς 11.9-12
Not analysed yet
οὕτω δὲ καὶ ἔστιν ὁ μετεωρίζων ἑαυτὸν ἵππος σφόδρα ἀγαστὸν ,ὡς πάντων τῶν ὁρώντων καὶ νέων καὶ γεραιτέρων τὰ ὄμματα κατέχειν. οὐδεὶς γοῦν οὔτε ἀπολείπει αὐτὸν οὔτε ἀπαγορεύει θεώμενος, ἔστʼ ἄν περ ἐπιδεικνύηται τὴν λαμπρότητα. ἤν γε μήν ποτε συμβῇ τινι τῶν τοιοῦτον ἵππον κεκτημένων ἢ φυλαρχῆσαι ἢ ἱππαρχῆσαι, οὐ δεῖ αὐτὸν τοῦτο σπουδάζειν, ὅπως αὐτὸς μόνος λαμπρὸς ἔσται, ἀλλὰ πολὺ μᾶλλον ὅπως ὅλον τὸ ἑπόμενον ἀξιοθέατον φανεῖται. ἢν μὲν οὖν ἡγῆται ὃς ἂν ἀνωτάτω αἰρόμενος καὶ πυκνότατα τὸ σῶμα βραχύτατον προβαίνῃ, δῆλον ὅτι καὶ βάδην ἕποιντʼ ἂν οἱ ἄλλοι ἵπποι αὐτῷ. ἐκ δὲ ταύτης τῆς ὄψεως τί ἂν καὶ λαμπρὸν γένοιτʼ ἄν; ἢν δὲ ἐξεγείρας τὸν ἵππον ἡγῇ μήτε τῷ ἄγαν ταχεῖ μήτε τῷ ἄγαν βραδεῖ, ὡς δʼ εὐθυμότατοι ἵπποι καὶ γοργότατοι καὶ εὐσχημονέστατοι γίγνονται, —ἐὰν ἡγῇ αὐτοῖς οὕτως, ἁθρόος μὲν ἂν ὁ κτύπος, ἁθρόον δὲ τὸ φρύαγμα καὶ τὸ φύσημα τῶν ἵππων συμπαρέποιτο, ὥστε οὐ μόνον αὐτὸς ἀλλὰ καὶ πάντες οἱ συμπαρεπόμενοι ἀξιοθέατοι ἂν φαίνοιντο.